Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.83 Joseph. AJ 2.87 (English) >>Joseph. AJ 2.92

2.85καὶ οἱ στάχυες ὑπὸ τῶν ἐλαττόνων δαπανώμενοι λιμὸν Αἰγύπτῳ καὶ ἀκαρπίαν ἐπὶ τοσαῦτα προκαταγγέλλουσιν ἔτη τοῖς ἴσοις πρότερον εὐδαιμονησάσῃ, ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων ἀφορίας ὑπαναλωθῆναι. γενήσεται δὴ σπάνις τῶν ἀναγκαίων σφόδρα δυσκατόρθωτος. 2.86σημεῖον δέ· αἱ γὰρ κατισχνωμέναι βόες δαπανήσασαι τὰς κρείττονας οὐκ ἴσχυσαν κορεσθῆναι. μέντοι θεὸς οὐκ ἐπὶ τῷ λυπεῖν τὰ μέλλοντα τοῖς ἀνθρώποις προδείκνυσιν, ἀλλʼ ὅπως προυγνωκότες κουφοτέρας συνέσει ποιῶνται τὰς πείρας τῶν κατηγγελμένων. σὺ τοίνυν ταμιευσάμενος τἀγαθὰ τὰ κατὰ τὸν πρῶτον χρόνον γενησόμενα ποιήσεις ἀνεπαίσθητον Αἰγυπτίοις τὴν ἐπελευσομένην συμφοράν.” 2.87

Θαυμάσαντος δὲ τοῦ βασιλέως τὴν φρόνησιν καὶ τὴν σοφίαν τοῦ Ἰωσήπου καὶ πυθομένου, τίνα καὶ τρόπον ἂν προοικονομήσειεν ἐν τοῖς τῆς εὐετηρίας καιροῖς τὰ περὶ τῶν μετὰ ταύτην, ὡς ἂν ἐλαφρότερα γένοιτο τὰ τῆς ἀφορίας, 2.88ὑπετίθετο καὶ συνεβούλευε φειδὼ τῶν ἀγαθῶν, καὶ μὴ κατὰ περιουσίαν αὐτοῖς χρῆσθαι τοῖς Αἰγυπτίοις ἐπιτρέπειν, ἀλλʼ ὅσα ἂν κατὰ τρυφὴν ἀναλώσωσιν ἐκ περισσοῦ, ταῦτα τηρεῖν εἰς τὸν τῆς ἐνδείας καιρόν, ἀποτίθεσθαί τε παρῄνει λαμβάνοντα τὸν σῖτον παρὰ τῶν γεωργῶν τὰ διαρκῆ μόνον εἰς διατροφὴν χορηγοῦντα. 2.89Φαραώθης δʼ ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν καὶ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.83 Joseph. AJ 2.87 (English) >>Joseph. AJ 2.92

Powered by PhiloLogic